
Γίνωσκε, τέκνον, ὅτι ὀκτώ εἰσιν οἱ λογισμοὶ πάντες, οἱ τὰ κακὰ ἐνεργοῦντες· γαστριμαργία, πορνεία, φιλαργυρία, θυμός, λύπη ἄκαιρος, ἀκηδία, κενοδοξία καὶ ὑπερηφανία. Σὺ δέ, τέκνον, ἐὰν θέλῃς νικῆσαι τὴν γαστριμαργίαν, ἀγάπα τὴν ἐγκράτειαν καὶ ἔχε τὸν φόβον τοῦ Θεοῦ, καὶ νικᾷς. Ἐὰν θέλῃς νικῆσαι τὴν πορνείαν, ἀγάπα τὴν ἀγρυπνίαν καὶ τὴν δίψαν, καὶ ἐνθυμοῦ τὸν θάνατον, καὶ μηδέποτε συντύχῃς μετὰ γυναικός, καὶ νικᾷς. Ἐὰν θέλῃς νικῆσαι τὴν φιλαργυρίαν, ἀγάπα τὴν ἀκτημοσύνην καὶ τὴν εὐτέλειαν. Ἐὰν θέλῃς νικῆσαι τὸν θυμόν, κτῆσαι πρᾳότητα καὶ [τὴν] μακροθυμίαν, καὶ ἐνθυμοῦ πόσα κακὰ ἐποίησαν οἱ Ἰουδαῖοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· καὶ ὁ Φιλάνθρωπος οὐκ ὠργίσθη αὐτοῖς, ἀλλὰ μᾶλλον ηὔχετο ὑπὲρ αὐτῶν καὶ ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι 296 τί ποιοῦσιν. Ἐὰν θέλῃς νικῆσαι τὴν ἄκαιρον λύπην, μηδέποτε λυπηθῇς διά τι ποτὲ πρόσκαιρον πρᾶγμα· καὶ ἐὰν δαρῇς ἢ ἀτιμασθῇς ἢ διωχθῇς, μὴ λυπηθῇς, ἀλλὰ μᾶλλον χαῖρε.














